Surprise Me!

"ΚΥΡΙΕ ΠΑΡΑΓΩΝ ΕΝ ΤΗ ΟΔΩ" ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ

2013-06-08 151 Dailymotion

Ο ΑΕΙΜΝΗΣΤΟΣ ΠΡΩΤΟΨΑΛΤΗΣ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ ΨΑΛΛΕΙ ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ <br /> Δόξα... Ἦχος πλ. α' <br /><br />Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

Buy Now on CodeCanyon