Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως. <br />Στῦλος γέγονας, Ὀρθοδοξίας, θείοις δόγμασιν, ὑποστηρίζων, τὴν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.