Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ ΨΑΛΛΕΙ ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΠΟΣΤΙΧΩΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ: <br />Δόξα... Ἦχος πλ. δ' <br /><br />Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον, δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
