ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ ΨΑΛΛΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΧΡΙΣΤΟΣ ΧΑΛΚΙΑΣ:<br />Δόξα... Ἦχος πλ. β'<br />Βυζαντίου<br />Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ Ἀναργύρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα, τῶν φιλεόρτων τὰ συστήματα, Ἐπέστη γὰρ ἡμῖν θαυματουργὸς ἰατρός, τὰς νόσους πάντων ἰώμενος, Παντελεήμων ὁ στερρὸς ἀθλητής, καὶ πρεσβεύει ἐκτενῶς τῷ Κυρίῳ, εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.
