Δοξαστικόν. Ἦχος πλ. β’. <br /><br />Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτη πονηρὰ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! Οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γὴν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.
