ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΣΕ ΗΧΟ ΠΛ. Β΄ <br /> Δόξα... <br /> Κοσμᾶ Μοναχοῦ <br /><br />Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι, μετὰ σπουδῆς ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; τίς εἴληφε νεκρὸν γυμνὸν ἑσμυρνισμένον τῆς Μητρὸς μόνον παραμύθιον; ὤ! πῶς ὁ νεκροὺς ζωώσας τεθανάτωται; ὁ τὸν ᾍδην σκυλεύσας, πῶς τέθαπται; ἀλλ' ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.
