ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῶ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

ᾨδὴ γ’. Δεῦτε πόμα πίωμεν καινὸν

Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.

ᾨδὴ δ’. Ἐπὶ τῆς θείας φυλακῆς

Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας συνέστειλεν, ἔκρυψε, πᾶσα δὲ κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.

ᾨδὴ ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος

Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι’ οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς.

ᾨδὴ Ϛ’. Κατῆλθες ἐν τοῖς κατωτάτοις…

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

ᾨδὴ ζ’. Ὁ Παῖδας ἐκ καμίνου…

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

ᾠδὴ θ’.

Φωτίζου, φωτίζου…

Ὢ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.