Surprise Me!

"ΚΑΤΑΒΑΣΙΕΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ" ΗΧΟΣ Δ΄

2013-04-25 752 Dailymotion

ΚΑΤΑΒΑΣΙΑΙ

ᾠδὴ α' Ἦχος δ'
Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι, ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

ᾠδὴ γ'
Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά,...
.εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ᾠδὴ δ'
Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.
ᾠδὴ ε'
Τὴν Σιὼν ἐπ' ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχὺϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ᾠδὴ ς'
Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα΄ Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ᾠδὴ ζ'
Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών, ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Καταβασία
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Buy Now on CodeCanyon